Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.164 Joseph. AJ 17.169 (English) >>Joseph. AJ 17.174

17.167Ἡρώδης δὲ τόν τε Ματθίαν ἐπεπαύκει τῆς ἀρχιερωσύνης καὶ τὸν ἕτερον Ματθίαν, ὃς ἐγηγέρκει τὴν στάσιν, καὶ ἄνδρας ἐκ τῶν ἑταίρων αὐτοῦ ἔκαυσεν ζώους. καὶ σελήνη δὲ τῇ αὐτῇ νυκτὶ ἐξέλιπεν. 17.168

Ἡρώδῃ δὲ μειζόνως νόσος ἐνεπικραίνετο δίκην ὧν παρανομήσειεν ἐκπρασσομένου τοῦ θεοῦ· πῦρ μὲν γὰρ μαλακὸν ἦν οὐχ ὧδε πολλὴν ἀποσημαῖνον τοῖς ἐπαφωμένοις τὴν φλόγωσιν ὁπόσην τοῖς ἐντὸς προσετίθει τὴν κάκωσιν. 17.169ἐπιθυμία δὲ δεινὴ τοῦ δέξασθαί τι ἀπʼ αὐτοῦ, οὐ γὰρ ἦν μὴ οὐχ ὑπουργεῖν, καὶ ἕλκωσις τῶν τε ἐντέρων καὶ μάλιστα τοῦ κόλου δειναὶ ἀλγηδόνες, καὶ φλέγμα ὑγρὸν περὶ τοὺς πόδας καὶ διαυγές· παραπλησία δὲ καὶ περὶ τὸ ἦτρον κάκωσις ἦν, ναὶ μὴν καὶ τοῦ αἰδοίου σῆψις σκώληκας ἐμποιοῦσα, πνεύματός τε ὀρθία ἔντασις καὶ αὐτὴ λίαν ἀηδὴς ἀχθηδόνι τε τῆς ἀποφορᾶς καὶ τῷ πυκνῷ τοῦ ἄσθματος, ἐσπασμένος τε περὶ πᾶν ἦν μέρος ἰσχὺν οὐχ ὑπομενητὴν προστιθέμενος. 17.170ἐλέγετο οὖν ὑπὸ τῶν θειαζόντων καὶ οἷς ταῦτα προαποφθέγγεσθαι σοφίᾳ πρόκειται, ποινὴν τοῦ πολλοῦ δυσσεβοῦς ταύτην θεὸς εἰσπράσσεσθαι παρὰ τοῦ βασιλέως. 17.171καίπερ δὲ μειζόνως ἀντίσχοι ἄν τις ταλαιπωρούμενος ἐν ἐλπίδι τοῦ ἀνασφαλοῦντος ἦν, ἰατρούς τε μεταπέμπων καὶ ὁπόσα ἀρωγὰ ὑπαγορεύσειαν χρῆσθαι μὴ ἀποτετραμμένος, ποταμόν τε περάσας Ἰορδάνην θερμοῖς τοῖς κατὰ Καλλιρρόην αὑτὸν παρεδίδου, ἅπερ σὺν τῇ ἐς πάντα ἀρετῇ καὶ πότιμά ἐστιν· ἔξεισιν δὲ τὸ ὕδωρ τοῦτο εἰς λίμνην τὴν ἀσφαλτοφόρον λεγομένην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.164 Joseph. AJ 17.169 (English) >>Joseph. AJ 17.174

Powered by PhiloLogic